Dataset Viewer
Auto-converted to Parquet Duplicate
text
stringlengths
4
626
register
stringclasses
2 values
μῆνιν ἄειδε θεὰ Πηληϊάδεω Ἀχιλῆος οὐλομένην ἣ μυρί’ Ἀχαιοῖς ἄλγε’ ἔθηκε πολλὰς δ’ ἰφθίμους ψυχὰς Ἄϊδι προΐαψεν ἡρώων αὐτοὺς δὲ ἑλώρια τεῦχε κύνεσσιν οἰωνοῖσί τε πᾶσι Διὸς δ’ ἐτελείετο βουλή ἐξ οὗ δὴ τὰ πρῶτα διαστήτην ἐρίσαντε Ἀτρεΐδης τε ἄναξ ἀνδρῶν καὶ δῖος Ἀχιλλεύς
narrative
τίς τ’ ἄρ σφωε θεῶν ἔριδι ξυνέηκε μάχεσθαι
narrative
Λητοῦς καὶ Διὸς υἱός
narrative
ὃ γὰρ βασιλῆϊ χολωθεὶς νοῦσον ἀνὰ στρατὸν ὄρσε κακήν ὀλέκοντο δὲ λαοί οὕνεκα τὸν Χρύσην ἠτίμασεν ἀρητῆρα Ἀτρεΐδης
narrative
ὃ γὰρ ἦλθε θοὰς ἐπὶ νῆας Ἀχαιῶν λυσόμενός τε θύγατρα φέρων τ’ ἀπερείσι’ ἄποινα στέμματ’ ἔχων ἐν χερσὶν ἑκηβόλου Ἀπόλλωνος χρυσέῳ ἀνὰ σκήπτρῳ καὶ λίσσετο πάντας Ἀχαιούς Ἀτρεΐδα δὲ μάλιστα δύω κοσμήτορε λαῶν
narrative
Ἀτρεΐδαι τε καὶ ἄλλοι ἐϋκνήμιδες Ἀχαιοί ὑμῖν μὲν θεοὶ δοῖεν Ὀλύμπια δώματ’ ἔχοντες ἐκπέρσαι Πριάμοιο πόλιν εὖ δ’ οἴκαδ’ ἱκέσθαι
speech
παῖδα δ’ ἐμοὶ λύσαιτε φίλην τὰ δ’ ἄποινα δέχεσθαι ἁζόμενοι Διὸς υἱὸν ἑκηβόλον Ἀπόλλωνα
speech
ἔνθ’ ἄλλοι μὲν πάντες ἐπευφήμησαν Ἀχαιοὶ αἰδεῖσθαί θ’ ἱερῆα καὶ ἀγλαὰ δέχθαι ἄποινα
narrative
ἀλλ’ οὐκ Ἀτρεΐδῃ Ἀγαμέμνονι ἥνδανε θυμῷ ἀλλὰ κακῶς ἀφίει κρατερὸν δ’ ἐπὶ μῦθον ἔτελλε
narrative
μή σε γέρον κοίλῃσιν ἐγὼ παρὰ νηυσὶ κιχείω ἢ νῦν δηθύνοντ’ ἢ ὕστερον αὖτις ἰόντα μή νύ τοι οὐ χραίσμῃ σκῆπτρον καὶ στέμμα θεοῖο
speech
τὴν δ’ ἐγὼ οὐ λύσω
speech
πρίν μιν καὶ γῆρας ἔπεισιν ἡμετέρῳ ἐνὶ οἴκῳ ἐν Ἄργεϊ τηλόθι πάτρης ἱστὸν ἐποιχομένην καὶ ἐμὸν λέχος ἀντιόωσαν
speech
ἀλλ’ ἴθι μή μ’ ἐρέθιζε σαώτερος ὥς κε νέηαι
speech
ὣς ἔφατ’ ἔδεισεν δ’ ὃ γέρων καὶ ἐπείθετο μύθῳ
narrative
βῆ δ’ ἀκέων παρὰ θῖνα πολυφλοίσβοιο θαλάσσης
narrative
πολλὰ δ’ ἔπειτ’ ἀπάνευθε κιὼν ἠρᾶθ’ ὃ γεραιὸς Ἀπόλλωνι ἄνακτι τὸν ἠΰκομος τέκε Λητώ
narrative
κλῦθί μευ ἀργυρότοξ’ ὃς Χρύσην ἀμφιβέβηκας Κίλλάν τε ζαθέην Τενέδοιό τε ἶφι ἀνάσσεις Σμινθεῦ εἴ ποτέ τοι χαρίεντ’ ἐπὶ νηὸν ἔρεψα ἢ εἰ δή ποτέ τοι κατὰ πίονα μηρί’ ἔκηα ταύρων ἠδ’ αἰγῶν τὸ δέ μοι κρήηνον ἐέλδωρ
speech
τίσειαν Δαναοὶ ἐμὰ δάκρυα σοῖσι βέλεσσιν
speech
ὣς ἔφατ’ εὐχόμενος τοῦ δ’ ἔκλυε Φοῖβος Ἀπόλλων βῆ δὲ κατ’ Οὐλύμποιο καρήνων χωόμενος κῆρ τόξ’ ὤμοισιν ἔχων ἀμφηρεφέα τε φαρέτρην
narrative
ἔκλαγξαν δ’ ἄρ’ ὀϊστοὶ ἐπ’ ὤμων χωομένοιο αὐτοῦ κινηθέντος
narrative
ὃ δ’ ἤϊε νυκτὶ ἐοικώς
narrative
ἕζετ’ ἔπειτ’ ἀπάνευθε νεῶν μετὰ δ’ ἰὸν ἕηκε
narrative
δεινὴ δὲ κλαγγὴ γένετ’ ἀργυρέοιο βιοῖο
narrative
οὐρῆας μὲν πρῶτον ἐπῴχετο καὶ κύνας ἀργούς αὐτὰρ ἔπειτ’ αὐτοῖσι βέλος ἐχεπευκὲς ἐφιεὶς βάλλ’
narrative
αἰεὶ δὲ πυραὶ νεκύων καίοντο θαμειαί
narrative
ἐννῆμαρ μὲν ἀνὰ στρατὸν ᾤχετο κῆλα θεοῖο τῇ δεκάτῃ δ’ ἀγορὴν δὲ καλέσσατο λαὸν Ἀχιλλεύς
narrative
τῷ γὰρ ἐπὶ φρεσὶ θῆκε θεὰ λευκώλενος Ἥρη
narrative
κήδετο γὰρ Δαναῶν ὅτι ῥα θνήσκοντας ὁρᾶτο
narrative
οἳ δ’ ἐπεὶ οὖν ἤγερθεν ὁμηγερέες τε γένοντο τοῖσι δ’ ἀνιστάμενος μετέφη πόδας ὠκὺς Ἀχιλλεύς
narrative
Ἀτρεΐδη νῦν ἄμμε παλιμπλαγχθέντας ὀΐω ἂψ ἀπονοστήσειν εἴ κεν θάνατόν γε φύγοιμεν εἰ δὴ ὁμοῦ πόλεμός τε δαμᾷ καὶ λοιμὸς Ἀχαιούς
speech
ἀλλ’ ἄγε δή τινα μάντιν ἐρείομεν ἢ ἱερῆα ἢ καὶ ὀνειροπόλον καὶ γάρ τ’ ὄναρ ἐκ Διός ἐστιν ὅς κ’ εἴποι ὅ τι τόσσον ἐχώσατο Φοῖβος Ἀπόλλων εἴτ’ ἄρ’ ὅ γ’ εὐχωλῆς ἐπιμέμφεται ἠδ’ ἑκατόμβης αἴ κέν πως ἀρνῶν κνίσης αἰγῶν τε τελείων βούλεται ἀντιάσας ἡμῖν ἀπὸ λοιγὸν ἀμῦναι
speech
ἤτοι ὅ γ’ ὣς εἰπὼν κατ’ ἄρ’ ἕζετο
narrative
τοῖσι δ’ ἀνέστη Κάλχας Θεστορίδης οἰωνοπόλων ὄχ’ ἄριστος ὃς ᾔδη τά τ’ ἐόντα τά τ’ ἐσσόμενα πρό τ’ ἐόντα καὶ νήεσσ’ ἡγήσατ’ Ἀχαιῶν Ἴλιον εἴσω ἣν διὰ μαντοσύνην τήν οἱ πόρε Φοῖβος Ἀπόλλων
narrative
ὅ σφιν ἐὺ φρονέων ἀγορήσατο καὶ μετέειπεν
narrative
ὦ Ἀχιλεῦ κέλεαί με Διῒ φίλε μυθήσασθαι μῆνιν Ἀπόλλωνος ἑκατηβελέταο ἄνακτος
speech
τοὶ γὰρ ἐγὼν ἐρέω
speech
σὺ δὲ σύνθεο καί μοι ὄμοσσον ἦ μέν μοι πρόφρων ἔπεσιν καὶ χερσὶν ἀρήξειν
speech
ἦ γὰρ ὀΐομαι ἄνδρα χολωσέμεν ὃς μέγα πάντων Ἀργείων κρατέει καί οἱ πείθονται Ἀχαιοί
speech
κρείσσων γὰρ βασιλεὺς ὅτε χώσεται ἀνδρὶ χέρηϊ
speech
εἴ περ γάρ τε χόλον γε καὶ αὐτῆμαρ καταπέψῃ ἀλλά τε καὶ μετόπισθεν ἔχει κότον ὄφρα τελέσσῃ ἐν στήθεσσιν ἑοῖσι
speech
σὺ δὲ φράσαι εἴ με σαώσεις
speech
τὸν δ’ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς
narrative
θαρσήσας μάλα εἰπὲ θεοπρόπιον ὅ τι οἶσθα
speech
οὐ μὰ γὰρ Ἀπόλλωνα Διῒ φίλον ᾧ τε σὺ Κάλχαν εὐχόμενος Δαναοῖσι θεοπροπίας ἀναφαίνεις οὔ τις ἐμεῦ ζῶντος καὶ ἐπὶ χθονὶ δερκομένοιο σοὶ κοίλῃς παρὰ νηυσί βαρείας χεῖρας ἐποίσει συμπάντων Δαναῶν οὐδ’ ἢν Ἀγαμέμνονα εἴπῃς ὃς νῦν πολλὸν ἄριστος Ἀχαιῶν εὔχεται εἶναι
speech
καὶ τότε δὴ θάρσησε καὶ ηὔδα μάντις ἀμύμων
narrative
οὔτ’ ἄρ ὅ γ’ εὐχωλῆς ἐπιμέμφεται οὐδ’ ἑκατόμβης ἀλλ’ ἕνεκ’ ἀρητῆρος ὃν ἠτίμησ’ Ἀγαμέμνων οὐδ’ ἀπέλυσε θύγατρα καὶ οὐκ ἀπεδέξατ’ ἄποινα τοὔνεκ’ ἄρ’ ἄλγε’ ἔδωκεν ἑκηβόλος ἠδ’ ἔτι δώσει
speech
οὐδ’ ὅ γε πρὶν Δαναοῖσιν ἀεικέα λοιγὸν ἀπώσει πρίν γ’ ἀπὸ πατρὶ φίλῳ δόμεναι ἑλικώπιδα κούρην ἀπριάτην ἀνάποινον ἄγειν θ’ ἱερὴν ἑκατόμβην ἐς Χρύσην
speech
τότε κέν μιν ἱλασσάμενοι πεπίθοιμεν
speech
ἤτοι ὅ γ’ ὣς εἰπὼν κατ’ ἄρ’ ἕζετο
narrative
τοῖσι δ’ ἀνέστη ἥρως Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων ἀχνύμενος
narrative
μένεος δὲ μέγα φρένες ἀμφιμέλαιναι πίμπλαντ’ ὄσσε δέ οἱ πυρὶ λαμπετόωντι ἐΐκτην
narrative
Κάλχαντα πρώτιστα κάκ’ ὀσσόμενος προσέειπε
narrative
μάντι κακῶν οὐ πώ ποτέ μοι τὸ κρήγυον εἶπας
speech
αἰεί τοι τὰ κάκ’ ἐστὶ φίλα φρεσὶ μαντεύεσθαι ἐσθλὸν δ’ οὔτέ τί πω εἶπας ἔπος οὔ τ’ ἐτέλεσσας
speech
καὶ νῦν ἐν Δαναοῖσι θεοπροπέων ἀγορεύεις ὡς δὴ τοῦδ’ ἕνεκά σφιν ἑκηβόλος ἄλγεα τεύχει οὕνεκ’ ἐγὼ κούρης Χρυσηΐδος ἀγλά’ ἄποινα οὐκ ἔθελον δέξασθαι ἐπεὶ πολὺ βούλομαι αὐτὴν οἴκοι ἔχειν
speech
καὶ γάρ ῥα Κλυταιμνήστρης προβέβουλα κουριδίης ἀλόχου ἐπεὶ οὔ ἑθέν ἐστι χερείων οὐ δέμας οὐδὲ φυήν οὔτ’ ἂρ φρένας οὔτέ τι ἔργα
speech
ἀλλὰ καὶ ὧς ἐθέλω δόμεναι πάλιν εἰ τό γ’ ἄμεινον
speech
βούλομ’ ἐγὼ λαὸν σῶν ἔμμεναι ἢ ἀπολέσθαι
speech
αὐτὰρ ἐμοὶ γέρας αὐτίχ’ ἑτοιμάσατ’ ὄφρα μὴ οἶος Ἀργείων ἀγέραστος ἔω ἐπεὶ οὐδὲ ἔοικε
speech
λεύσσετε γὰρ τό γε πάντες ὅ μοι γέρας ἔρχεται ἄλλῃ
speech
τὸν δ’ ἠμείβετ’ ἔπειτα ποδάρκης δῖος Ἀχιλλεύς
narrative
Ἀτρεΐδη κύδιστε φιλοκτεανώτατε πάντων πῶς γάρ τοι δώσουσι γέρας μεγάθυμοι Ἀχαιοί
speech
οὐδέ τί που ἴδμεν ξυνήϊα κείμενα πολλά
speech
ἀλλὰ τὰ μὲν πολίων ἐξεπράθομεν τὰ δέδασται λαοὺς δ’ οὐκ ἐπέοικε παλίλλογα ταῦτ’ ἐπαγείρειν
speech
ἀλλὰ σὺ μὲν νῦν τήνδε θεῷ πρόες
speech
αὐτὰρ Ἀχαιοὶ τριπλῇ τετραπλῇ τ’ ἀποτείσομεν αἴ κέ ποθι Ζεὺς δῷσι πόλιν Τροίην εὐτείχεον ἐξαλαπάξαι
speech
τὸν δ’ ἀπαμειβόμενος προσέφη κρείων Ἀγαμέμνων
narrative
μὴ δ’ οὕτως ἀγαθός περ ἐὼν θεοείκελ’ Ἀχιλλεῦ κλέπτε νόῳ ἐπεὶ οὐ παρελεύσεαι οὐδέ με πείσεις
speech
ἦ ἐθέλεις ὄφρ’ αὐτὸς ἔχῃς γέρας αὐτὰρ ἔμ’ αὔτως ἧσθαι δευόμενον κέλεαι δέ με τήνδ’ ἀποδοῦναι
speech
ἀλλ’ εἰ μὲν δώσουσι γέρας μεγάθυμοι Ἀχαιοὶ ἄρσαντες κατὰ θυμὸν ὅπως ἀντάξιον ἔσται
speech
εἰ δέ κε μὴ δώωσιν ἐγὼ δέ κεν αὐτὸς ἕλωμαι ἢ τεὸν ἢ Αἴαντος ἰὼν γέρας ἢ Ὀδυσῆος ἄξω ἑλών
speech
ὃ δέ κεν κεχολώσεται ὅν κεν ἵκωμαι
speech
ἀλλ’ ἤτοι μὲν ταῦτα μεταφρασόμεσθα καὶ αὖτις νῦν δ’ ἄγε νῆα μέλαιναν ἐρύσσομεν εἰς ἅλα δῖαν ἐν δ’ ἐρέτας ἐπιτηδὲς ἀγείρομεν ἐς δ’ ἑκατόμβην θείομεν ἂν δ’ αὐτὴν Χρυσηΐδα καλλιπάρῃον βήσομεν
speech
εἷς δέ τις ἀρχὸς ἀνὴρ βουληφόρος ἔστω ἢ Αἴας ἢ Ἰδομενεὺς ἢ δῖος Ὀδυσσεὺς ἠὲ σὺ Πηλεΐδη πάντων ἐκπαγλότατ’ ἀνδρῶν ὄφρ’ ἥμιν ἑκάεργον ἱλάσσεαι ἱερὰ ῥέξας
speech
τὸν δ’ ἄρ’ ὑπόδρα ἰδὼν προσέφη πόδας ὠκὺς Ἀχιλλεύς
narrative
ὤ μοι ἀναιδείην ἐπιειμένε κερδαλεόφρον πῶς τίς τοι πρόφρων ἔπεσιν πείθηται Ἀχαιῶν ἢ ὁδὸν ἐλθέμεναι ἢ ἀνδράσιν ἶφι μάχεσθαι
speech
οὐ γὰρ ἐγὼ Τρώων ἕνεκ’ ἤλυθον αἰχμητάων δεῦρο μαχησόμενος ἐπεὶ οὔ τί μοι αἴτιοί εἰσιν
speech
οὐ γὰρ πώποτ’ ἐμὰς βοῦς ἤλασαν οὐδὲ μὲν ἵππους οὐδέ ποτ’ ἐν Φθίῃ ἐριβώλακι βωτιανείρῃ καρπὸν ἐδηλήσαντ’ ἐπεὶ ἦ μάλα πολλὰ μεταξὺ οὔρεά τε σκιόεντα θάλασσά τε ἠχήεσσα
speech
ἀλλὰ σοὶ ὦ μέγ’ ἀναιδὲς ἅμ’ ἑσπόμεθ’ ὄφρα σὺ χαίρῃς τιμὴν ἀρνύμενοι Μενελάῳ σοί τε κυνῶπα πρὸς Τρώων
speech
τῶν οὔ τι μετατρέπῃ οὐδ’ ἀλεγίζεις
speech
καὶ δή μοι γέρας αὐτὸς ἀφαιρήσεσθαι ἀπειλεῖς ᾧ ἔπι πολλὰ μόγησα δόσαν δέ μοι υἷες Ἀχαιῶν
speech
οὐ μὲν σοί ποτε ἶσον ἔχω γέρας ὁππότ’ Ἀχαιοὶ Τρώων ἐκπέρσωσ’ εὖ ναιόμενον πτολίεθρον
speech
ἀλλὰ τὸ μὲν πλεῖον πολυάϊκος πολέμοιο χεῖρες ἐμαὶ διέπουσ’
speech
ἀτὰρ ἤν ποτε δασμὸς ἵκηται σοὶ τὸ γέρας πολὺ μεῖζον ἐγὼ δ’ ὀλίγον τε φίλον τε ἔρχομ’ ἔχων ἐπὶ νῆας ἐπεί κε κάμω πολεμίζων
speech
νῦν δ’ εἶμι Φθίην δ’ ἐπεὶ ἦ πολὺ φέρτερόν ἐστιν οἴκαδ’ ἴμεν σὺν νηυσὶ κορωνίσιν οὐδέ σ’ ὀΐω ἐνθάδ’ ἄτιμος ἐὼν ἄφενος καὶ πλοῦτον ἀφύξειν
speech
τὸν δ’ ἠμείβετ’ ἔπειτα ἄναξ ἀνδρῶν Ἀγαμέμνων
narrative
φεῦγε μάλ’ εἴ τοι θυμὸς ἐπέσσυται οὐδέ σ’ ἔγωγε λίσσομαι εἵνεκ’ ἐμεῖο μένειν
speech
πάρ’ ἔμοιγε καὶ ἄλλοι οἵ κέ με τιμήσουσι μάλιστα δὲ μητίετα Ζεύς
speech
ἔχθιστος δέ μοί ἐσσι διοτρεφέων βασιλήων
speech
αἰεὶ γάρ τοι ἔρις τε φίλη πόλεμοί τε μάχαι τε
speech
εἰ μάλα καρτερός ἐσσι θεός που σοὶ τό γ’ ἔδωκεν
speech
οἴκαδ’ ἰὼν σὺν νηυσί τε σῇς καὶ σοῖς ἑτάροισι Μυρμιδόνεσσιν ἄνασσε σέθεν δ’ ἐγὼ οὐκ ἀλεγίζω οὐδ’ ὄθομαι κοτέοντος
speech
ἀπειλήσω δέ τοι ὧδε
speech
ὡς ἔμ’ ἀφαιρεῖται Χρυσηΐδα Φοῖβος Ἀπόλλων τὴν μὲν ἐγὼ σὺν νηΐ τ’ ἐμῇ καὶ ἐμοῖς ἑτάροισι πέμψω ἐγὼ δέ κ’ ἄγω Βρισηΐδα καλλιπάρῃον αὐτὸς ἰὼν κλισίην δὲ τὸ σὸν γέρας ὄφρ’ ἐῢ εἰδῇς ὅσσον φέρτερός εἰμι σέθεν στυγέῃ δὲ καὶ ἄλλος ἶσον ἐμοὶ φάσθαι καὶ ὁμοιωθήμεναι ἄντην
speech
ὣς φάτο
narrative
Πηλεΐωνι δ’ ἄχος γένετ’ ἐν δέ οἱ ἦτορ στήθεσσιν λασίοισι διάνδιχα μερμήριξεν ἢ ὅ γε φάσγανον ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ τοὺς μὲν ἀναστήσειεν ὃ δ’ Ἀτρεΐδην ἐναρίζοι ἦε χόλον παύσειεν ἐρητύσειέ τε θυμόν
narrative
ἧος ὃ ταῦθ’ ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμόν ἕλκετο δ’ ἐκ κολεοῖο μέγα ξίφος ἦλθε δ’ Ἀθήνη οὐρανόθεν
narrative
πρὸ γὰρ ἧκε θεὰ λευκώλενος Ἥρη ἄμφω ὁμῶς θυμῷ φιλέουσά τε κηδομένη τε
narrative
στῆ δ’ ὄπιθεν ξανθῆς δὲ κόμης ἕλε Πηλεΐωνα οἴῳ φαινομένη
narrative
τῶν δ’ ἄλλων οὔ τις ὁρᾶτο
narrative
End of preview. Expand in Data Studio
README.md exists but content is empty.
Downloads last month
25